FACEBOOK PAGE.....

Πέμπτη, Δεκεμβρίου 24, 2009

<<<<<<<<<Καλά και Ευλογημένα Χριστούγεννα<<<<<<<<




«Χριστός γεννᾶται, δοξάσατε· Χριστός ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστός ἐπί γῆς, ὑψώθητε. “῎Ασατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ”· καί, ἵν᾿ ἀμφότερα συνελών εἴπω, εὐφραινέσθωσαν οἱ οὐρανοί, καί ἀγαλλιάσθω ἡ γῆ, διά τόν ἐπουράνιον, εἶτα ἐπίγειον. Χριστός ἐν σαρκί, τρόμῳ καί χαρᾷ ἀγαλλιᾶσθε. Τρόμῳ, διά τήν ἁμαρτίαν· χαρᾷ, διά τήν ἐλπίδα....
῎Ω τῆς καινῆς μίξεως! ὤ τῆς παραδόξου κράσεως! ὁ ὤν γίνεται καί ὁ ἄκτιστος κτίζεται καί ὁ ἀχώρητος χωρεῖται, διά μέσης ψυχῆς νοερᾶς μεσιτευούσης Θεότητι καί σαρκός παχύτητι. Καί ὁ πλουτίζων πτωχεύει· πτωχεύει γάρ τήν ἐμήν σάρκα, ἵν᾿ ἐγώ πλουτήσω τήν αὐτοῦ Θεότητα. Καί ὁ πλήρης κενοῦται· κενοῦται γάρ τῆς ἑαυτοῦ δόξης ἐπί μικρόν, ἵν᾿ ἐγώ τῆς ἐκείνου μεταλάβω πληρώσεως
........